Hêsiod of Ascra
Hêsiod of Ascra - A: Quoted in Ancient Sources
II. ASTROLOGISCHE DICHTUNG DES SECHSTEN JAHRHUNDERTS
4.[68a] HESIODOS
A. SCHRIFT
4 A 1. PHILIPP. Epinom. 990 A [I 38. 5 App.] σοφώτατον ἀνάγκη τὸν ἀληθῶς ἀστρονόμον εἶναι, μὴ τὸν καθ' Ἡσίοδον ἀστρονομοῦντα καὶ πάντας τοὺς τοιούτους οἶον δυσμάς τε καὶ ἀνατολὰς ἐπεσκεμμένον, ἀλλὰ κτλ.
4 A 2. CALLIM. ep. 27
Ἡσιόδου τό τ' ἄεισμα καὶ ὁ τρόπος: οὐ τὸν ἀοιδῶν
[I 38. 10 App.] ἔσχατον, ἀλλ' ὀκνέω μὴ τὸ μελιχρότατον
τῶν ἐπέων ὁ Σολεὺς ἀπεμάξατο: χαίρετε λεπταὶ
ῥήσιες, Ἀρήτου σύντονος ἀγρυπνίη.
4 A 3. PLUT. Pyth. or. 18 p. 402 F . . . ἐν μέτροις πρότερον [als Aristarch u. a.] Εὐδόξου καὶ Ἡσιόδου καὶ Θαλοῦ [11 B 1] γραφόντων.
Hêsiod of Ascra - B: Extant Original Fragments
[I 38. 15 App.] B. FRAGMENTE
ΗΕΣΙΟΔΟΥ ΑΣΤΡΟΝΟΜΙΗ
4 B 1 [177 Rzach (1908)]. ATHEN. XI 491 CD [aus Asklepiades v. Myrlea] καὶ ὁ τὴν εἰς Ἡσίοδον δὲ ἀναφερομένην ποιήσας Ἀστρονομίαν αἰεὶ Πελειάδας αὐτὰς λέγει˙
[I 38. 20] τὰς δὲ βροτοὶ καλέουσι Πελειάδας.
4 B 2 [178]. ATHEN. XI 491 CD καὶ πάλιν˙
χειμέριαι δύνουσι Πελειάδες.
4 B 3 [179]. [I 39. 1] ATHEN. XI 491 CD καὶ πάλιν:
τῆμος ἀποκρύπτουσι Πελειάδες.
4 B 4. PLIN. N. H. XVIII 213 occasum matutinum Vergiliarum H. (nam huius quoque nomine exstat Astrologia) tradidit fieri, cum [I 39. 5] aequinoctium autumni conficeretur, Thales [11 A 18] XXV die ab aequinoctio.
4 B 5 [180]. SCHOL. ARAT. 172 (2 - 4 ebend. 254 Ἡ. ἐν τῆι ἀστρικῆι αὑτοῦ βίβλωι) Ἡ. γάρ φησι περὶ αὐτῶν [Hyaden]˙
νύμφαι Χαρίτεσσιν ὁμοῖαι
[I 39. 10 App.] Φαισύλη ἠδὲ Κορωνὶς ἐυστέφανός τε Κλέεια
Φαιώ θ' ἱμερόεσσα καὶ Εὐδώρη τανύπεπλος,
ἃς Ὑάδας καλέουσιν ἐπὶ χθονὶ φῦλ' ἀνθρώπων.
4 B 6 [181]. [ERATOSTH.] catast. 1 Ἄρκτου μεγάλης. ταύτην Ἡσίοδός φησι Λυκάονος θυγατέρα ἐν Ἀρκαδίαι οἰκεῖν, ἑλέσθαι δὲ μετὰ Ἀρτέμιδος [I 39. 15 App.] τὴν περὶ τὰς θήρας ἀγωγὴν ἐν τοῖς ὄρεσι ποιεῖσθαι˙ φθαρεῖσαν δὲ ὑπὸ Διὸς ἐμμεῖναι λανθάνουσαν τὴν θεόν˙ φωραθῆναι δὲ ὕστερον ἐπίτοκον ἤδη οὖσαν ὀφθεῖσαν ὑπ' αὐτῆς λουομένην˙ ἐφ' ὧι ὀργισθεῖσαν τὴν θεὸν ἀποθηριῶσαι αὐτήν˙ καὶ οὕτως τεκεῖν ἄρκτον γενομένην τὸν κληθέντα Ἀρκάδα. οὖσαν δ' ἐν τῶι ὄρει θηρευθῆναι [I 39. 20 App.] ὑπὸ αἰπόλων τινῶν καὶ παραδοθῆναι μετὰ τοῦ βρέφους τῶι Λυκάονι˙ μετὰ χρόνον δέ τινα δόξαι εἰσελθεῖν εἰς τὸ τοῦ Διὸς ἄβατον [ἱερὸν] ἀγνοήσασαν τὸν νόμον. ὑπὸ δὲ τοῦ ἰδίου υἱοῦ διωκομένην καὶ τῶν Ἀρκάδων, καὶ ἀναιρεῖσθαι μέλλουσαν διὰ τὸν εἰρημένον νόμον ὁ Ζεὺς διὰ τὴν συγγένειαν αὐτὴν ἐξείλετο καὶ ἐν τοῖς ἄστροις αὐτὴν [I 39. 25 App.] ἔθηκεν. Ἄρκτον δὲ αὐτὴν ὠνόμασε διὰ τὸ συμβεβηκὸς αὐτῆι σύμπτωμα. COMM. ARAT. Suppl. 8 p. 574 M περὶ τούτου [Bootes] λέγεται, ὅτι Ἀρκάς ἐστιν ὁ 〈ἐκ〉 Καλλιστοῦς καὶ Διὸς γεγονώς˙ ὤικησε δὲ περὶ τὸ Λύκαιον. φθείραντος αὐτὴν Διὸς οὐ προσποιησάμενος ὁ Λυκάων τὸν Δία ἐξένιζεν, ὥς φησιν Ἡ., καὶ τὸ βρέφος κατακόψας [I 40. 1] παρέθηκεν ἐπὶ τὴν τράπεζαν. [APOLLOD.] bibl. III 100 W. Εὔμηλος [fr. 14 K.] δὲ καί τινες ἕτεροι λέγουσι Λυκάονι καὶ θυγατέρα Καλλιστὼ γενέσθαι˙ Ἡ. μὲν γὰρ αὐτὴν μίαν εἶναι τῶν νυμφῶν λέγει, Ἄσιος [fr. 9 K.] δὲ Νυκτέως, Φερεκύδης [F.Gr.Hist. 3 F 157 I 100] δὲ Κητέως.[I 40. 5] HYGIN. astr. II 1.
4 B 7 [182]. [ERATOSTH.] cat. 32 Ὠρίωνος. τοῦτον Ἡ. φησιν Εὐρυάλης τῆς Μίνωος καὶ Ποσειδῶνος εἶναι, δοθῆναι δὲ αὐτῶι δωρεάν, ὥστε ἐπὶ τῶν κυμάτων πορεύεσθαι καθάπερ ἐπὶ τῆς γῆς. ἐλθόντα δὲ αὐτὸν εἰς Χίον Μερόπην τὴν Οἰνοπίωνος βιάσασθαι οἰνωθέντα, [I 40. 10 App.] γνόντα δὲ τὸν Οἰνοπίωνα καὶ χαλεπῶς ἐνεγκόντα τὴν ὕβριν ἐκτυφλῶσαι αὐτὸν καὶ ἐκ τῆς χώρας ἐκβαλεῖν. ἐλθόντα δὲ εἰς Λῆμνον ἀλητεύοντα Ἡφαίστωι συμμῖξαι, ὃς αὐτὸν ἐλεήσας δίδωσιν αὐτῶι Κηδαλίωνα τὸν αὑτοῦ [οἰκεῖον] οἰκέτην, ὅπως ὁδηγῆι [καὶ ἡγῆται αὐτοῦ]˙ ὃν λαβὼν ἐπὶ τῶν ὤμων ἔφερε σημαίνοντα τὰς ὁδούς˙ ἐλθὼν [I 40. 15 App.] δ' ἐπὶ τὰς ἀνατολὰς καὶ Ἡλίωι συμμίξας δοκεῖ ὑγιασθῆναι καὶ οὕτως ἐπὶ τὸν Οἰνοπίωνα ἐλθεῖν πάλιν, τιμωρίαν αὐτῶι ἐπιθήσων˙ ὁ δὲ ὑπὸ τῶν πολιτῶν ὑπὸ γῆν ἐκέκρυπτο. ἀπελπίσας δὲ τὴν ἐκείνου ζήτησιν ἀπῆλθεν εἰς Κρήτην καὶ περὶ τὰς θήρας διῆγε κυνηγετῶν τῆς Ἀρτέμιδος παρούσης καὶ τῆς Λητοῦς, καὶ δοκεῖ ἀπειλήσασθαι ὡς πᾶν [I 40. 20 App.] θηρίον ἀνελεῖν τῶν ἐπὶ τῆς γῆς γιγνομένων˙ θυμωθεῖσα δὲ αὐτῶι Γῆ ἀνῆκε σκορπίον εὐμεγέθη, ὑφ' οὗ τῶι κέντρωι πληγεὶς ἀπώλετο˙ ὅθεν διὰ τὴν αὐτοῦ ἀνδρίαν ἐν τοῖς ἄστροις αὐτὸν ἔθηκεν ὁ Ζεὺς ὑπὸ Ἀρτέμιδος καὶ Λητοῦς ἀξιωθείς, ὁμοίως καὶ τὸ θηρίον τοῦ εἶναι μνημόσυνον 〈αὐτῶν〉 καὶ τῆς πράξεως.
4 B 8 [183]. DIODOR. IV 85, 4 [Meerenge v. Messina] [I 40. 25 App.] ἔνιοι δὲ λέγουσι σεισμῶν μεγάλων γενομένων διαρραγῆναι τὸν αὐχένα τῆς ἠπείρου καὶ γενέσθαι τὸν πορθμόν, διειργούσης τῆς θαλάσσης τὴν ἤπειρον ἀπὸ τῆς νήσου. Ἡ. δὲ ὁ ποιητής φησι τοὐναντίον, ἀναπεπταμένου τοῦ πελάγους Ὠρίωνα προσχῶσαι τὸ κατὰ τὴν Πελωρίδα κείμενον [I 40. 30] ἀκρωτήριον καὶ τὸ τέμενος τοῦ Ποσειδῶνος κατασκευάσαι, τιμώμενον ὑπὸ τῶν ἐγχωρίων διαφερόντως. ταῦτα δὲ διαπραξάμενον εἰς Εὔβοιαν μεταναστῆναι κἀκεῖ κατοικῆσαι˙ διὰ δὲ τὴν δόξαν ἐν τοῖς κατ' οὐρανὸν ἄστροις καταριθμηθέντα τυχεῖν ἀθανάτου μνήμης.