decorative images of Past Masters authors

SUBSCRIBER:


past masters commons



TRIAL ACCESS

Annotation Guide: Link to Annotation Guide.

cover
The Presocratic Writings
cover
Presocratic Writings - Greek
The Presocratic Writings - Original Greek Texts
Iôn of Chios
Iôn of Chios - A: Quoted in Ancient Sources

Iôn of Chios - A: Quoted in Ancient Sources

36. ION VON CHIOS
A. LEBEN, SCHRIFTEN UND LEHRE

36 A 1. HARPOCR. u. [I 377. 15 App.] Ἴων. Ἰσοκράτης ἐν τῶι Περὶ τῆς ἀντιδόσεως [s. A 6]. Ἴωνος τοῦ τῆς τραγωιδίας ποιητοῦ μνημονεύοι ἂν νῦν ὁ ῥήτωρ, ὃς ἦν Χῖος μὲν γένος, υἱὸς δὲ Ὀρθομένους, ἐπίκλησιν δὲ Ξούθου. ἔγραψε δὲ καὶ μέλη πολλὰ καὶ τραγωιδίας καὶ φιλόσοφόν τι σύγγραμμα τὸν Τριαγμὸν ἐπιγραφόμενον, ὅπερ Καλλίμαχος ἀντιλέγεσθαί φησιν ὡς Ἐπιγένους. ἐν ἐνίοις δὲ καὶ πληθυντικῶς ἐπιγράφεται Τριαγμοί, [I 377. 20] καθὰ Δημήτριος ὁ Σκήψιος καὶ Ἀπολλωνίδης ὁ Νικαεύς. ἀναγράφουσι κτλ. [s. B 1].

36 A 2. ARISTOPH. Pax 8 [Frühj. 421] 832 ff.
οὐκ ἦν ἄρ' οὐδ' ἃ λέγουσι, κατὰ τὸν ἀέρα
ὡς ἀστέρες γιγνόμεθ', ὅταν τις ἀποθάνηι;
- μάλιστα. - καὶ τίς ἐστιν ἀστὴρ νῦν ἐκεῖ
[I 377. 25 App.] Ἴων ὁ Χῖος; - ὅνπερ ἐποίησεν πάλαι
ἐνθάδε, τὸν Ἀοῖόν ποθ'˙ ὡς δ' ἦλθ', εὐθέως
Ἀοῖον αὐτὸν πάντες ἐκάλουν ἀστέρα.
Dazu SCHOL. ARISTOPH. Pax 835 [I 378. 1 App.] Ἴων ὁ Χῖος˙ διθυράμβων καὶ τραγωιδίας καὶ μελῶν ποιητής. ἐποίησε δὲ ὠιδήν, ἧς ἡ ἀρχή "ἀοῖον ἀεροφοίταν ἀστέρα μείνωμεν ἀελίου λευκῆι πτέρυγι πρόδρομον" [fr. 9 Diehl]. φαίνεται δὲ τετελευτηκὼς ἐκ τούτων. παίζων οὖν ὁ Ἀριστοφάνης Ἀοῖον αὐτόν φησιν ἀστέρα κληθῆναι. [I 378. 5 App.] περιβόητος δὲ ἐγένετο. ἔγραψε δὲ καὶ κωμωιδίας καὶ ἐπιγράμματα καὶ παιᾶνας καὶ ὕμνους καὶ σκολιὰ καὶ ἐγκώμια καὶ ἐλεγεῖα, καὶ καταλογάδην τὸν Πρεσβευτικὸν λεγόμενον, ὃν νόθον ἀξιοῦσιν εἶναί τινες καὶ οὐχὶ αὐτοῦ. φέρεται δὲ αὐτοῦ καὶ Κτίσις [näml. Χίου] καὶ Κοσμολογικὸς [d. i. Τριαγμός] καὶ Ὑπομνήματα [d. i. Ἐπιδημίαι] καὶ ἄλλα τινά. - καὶ πάνυ δόκιμος ἦν. φασὶ δὲ αὐτὸν ὁμοῦ διθύραμβον [I 378. 10] καὶ τραγωιδίαν ἀγωνισάμενον ἐν τῆι Ἀττικῆι νικῆσαι, καὶ εὐνοίας χάριν προῖκα Χῖον οἶνον πέμψαι Ἀθηναίοις (Σωκράτους δὲ τοῦ φιλοσόφου ἔστιν εἰς αὐτὸν λόγος λεγόμενος Ἴων). μέμνηται αὐτοῦ καὶ Καλλίμαχος ἐν τοῖς Χωλιάμβοις [fr. 83 b Schneider], ὅτι πολλὰ ἔγραψε. Vgl. SUID. u. διθυραμβοδιδάσκαλοι.

36 A 3. SUID. Ἴων Χῖος. τραγικὸς καὶ λυρικὸς καὶ φιλόσοφος, υἱὸς Ὀρθομένους, [I 378. 15 App.] ἐπίκλησιν δὲ Ξούθου. ἤρξατο δὲ τὰς τραγωιδίας διδάσκειν ἐπὶ τῆς π̅β̅ ὀλυμπιάδος [452-49]. δράματα δὲ αὐτοῦ ι̅β̅, οἱ δὲ λ̅, ἄλλοι δὲ μ̅ φασίν. (οὗτος ἔγραψε περὶ μετεώρων καὶ συνθέτους λόγους˙ ὃν παίζων Ἀριστοφάνης ὁ κωμικὸς Ἀοῖόν φησι. οὗτος τραγωιδίαν νικήσας Ἀθήνησιν ἑκάστωι τῶν Ἀθηναίων ἔδωκε Χῖον κεράμιον.)

36 A 4. [LONGIN.] de subl. 33, 5 [I 378. 20] τί δ'; ἐν μέλεσι μᾶλλον ἂν εἶναι Βακχυλίδης ἕλοιο ἢ Πίνδαρος, καὶ ἐν τραγωιδίαι Ἴων ὁ Χῖος ἢ νὴ Δία Σοφοκλῆς; ἐπειδὴ οἱ μὲν ἀδιάπτωτοι καὶ ἐν τῶι γλαφυρῶι πάντη κεκαλλιγραφημένοι, ὁ δὲ Πίνδαρος καὶ ὁ Σοφοκλῆς ὁτὲ μὲν οἷον πάντα ἐπιφλέγουσι τῆι φορᾶι, σβέννυνται δ' ἀλόγως πολλάκις καὶ πίπτουσιν ἀτυχέστατα. ἦ οὐδεὶς ἂν εὖ φρονῶν ἑνὸς δράματος, τοῦ [I 378. 25 App.] Οἰδίποδος, εἰς ταὐτὸ συνθεὶς τὰ Ἴωνος ἀντιτιμήσαιτο ἑξῆς.

36 A 5. C.I.G. I 395 = ed. min. 604 (Mitte v. Jahrh.) [ Ἴ]ων ἀνέθηκεν ἄγ[αλμα — — τ]ῆι Ἀθηναίηι.

36 A 6. ISOCR. XV 268 τοὺς λόγους τοὺς τῶν παλαιῶν σοφιστῶν, ὧν ὁ μὲν ἄπειρον τὸ πλῆθος ἔφησεν εἶναι τῶν ὄντων, Ἐμπεδοκλῆς δὲ τέτταρα καὶ Νεῖκος καὶ [I 378. 30] Φιλίαν ἐν αὐτοῖς, Ἴων δ' οὐ πλείω τριῶν. PHILOP. de gen. et corr. p. 207, 18 Vit. πῦρ μὲν καὶ γῆν Παρμενίδης ὑπέθετο, ταὐτὰ δὲ μετὰ τοῦ ἀέρος Ἴων ὁ Χῖος ὁ τραγωιδοποιός, Ἐμπεδοκλῆς δὲ τὰ τέσσαρα ὑπέθετο. Vgl. 31 A 29 ?

36 A 7. AËT. II 25, 11 (D. 356) (περὶ σελήνης οὐσίας) Ἴων σῶμα τῆι μὲν ὑελοειδὲς διαυγές, τῆι δ' ἀφεγγές.