Cleostratus of Tenedos - A: Quoted in Ancient Sources
6. KLEOSTRATOS
[I 41. 5 App.] A. LEBEN UND SCHRIFT
6 A 1. THEOPHR. de sign. 4 διὸ καὶ ἀγαθοὶ γεγένηνται κατὰ τόπους τινὰς ἀστρονόμοι ἔνιοι οἶον Ματρικέτας ἐν Μηθύμνηι ἀπὸ τοῦ Λεπετύμνου καὶ Κλεόστρατος ἐν Τενέδωι ἀπὸ τῆς Ἴδης καὶ Φαεινὸς Ἀθήνησιν ἀπὸ τοῦ Λυκαβηττοῦ τὰ περὶ τὰς τροπὰς συνεῖδε, παρ' οὗ Μέτων ἀκούσας τὸν τῶν ἑνὸς δεόντων εἴκοσιν [I 41. 10 App.] 〈ἐτῶν〉 ἐνιαυτὸν συνέταξεν˙ ἦν δὲ ὁ μὲν Φαεινὸς μέτοικος Ἀθήνησιν, ὁ δὲ Μέτων Ἀθηναῖος.
6 A 2. SCYLAX 95 νῆσος κατὰ ταῦτα κεῖται Τένεδος καὶ λιμήν, ὅθεν Κλεόστρατος ὁ ἀστρολόγος ἐστί.
6 A 3. ARAT. V. 2, 5 p. 324, 10 Maass πολλοὶ γὰρ καὶ ἄλλοι Φαινόμενα ἔγραψαν [I 41. 15 App.] [außer Arat] καὶ Κλεόστρατος καὶ Σμίνθης καὶ Ἀλέξανδρος ὁ Αἰτωλὸς κτλ.
6 A 3 a. CATALOGUS. astron. ed. Maass (WILAMOWITZ, Philol. Unters. XII, p. 121) Κλεόστρατος Τενέδιος.
6 A 4. ATHEN. VII 278 A ὁ δὲ ὀψοδαίδαλος Ἀρχέστρατος ἐν τῆι Γαστρολογίαι (οὕτως γὰρ ἐπιγράφεσθαί φησι Λυκόφρων ἐν τοῖς Περὶ κωμωιδίας, ὡς τὴν Κλεοστράτου [I 41. 20 App.] τοῦ Τενεδίου Ἀστρολογίαν) κτλ.